quarta-feira, 28 de dezembro de 2011

AVGVSTVS CVM REGNAVERIT IN TERRA NATVS EST SALVATOR MVNDI

"Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αυγούστου μοναρχήσαντος επί της γης, η πολυαρχία των ανθρώπων επαύσατο, και σου ενανθρωπήσαντος εκ της Αγνής η πολυθεία των ειδώλων κατήργηται υπό μίαν Βασιλείαν εγκόσμιον, αι πόλεις γεγένηνται και εις μίαν δεσποτείαν Θεότητος, τα έθνη επίστευσαν. Απεγράφησαν οι λαοί τω δόγματι του Καίσαρος επεγράφημεν οι πιστοί ονόματι Θεότητος, σου του ενανθρωπήσαντος Θεού ημών μέγα σου το έλεος, Κύριε δόξα σοι." (ex byzantina liturgia temporis Nativitatis)      

CHRISTIANISMVS APVD EVAGRIUM MONACHVM



Χριστιανισμός ἐστι δόγμα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός.

Βασιλεία οὐρανῶν ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.

Βασιλεία Θεοῦ ἐστι γνῶσις τῆς ἁγίας Τριάδος συμπαρεκτεινομένη τῇ συστάσει τοῦ νοός, καὶ ὑπερβάλλουσα τὴν ἀφθαρσίαν αὐτοῦ.

(ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ, ΛΟΓΟΣ ΠΡΑΚΤΙΚΟΣ ΚΕΦΑΛΑΙΑ Ρ′)